Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.25 Dem. 23.28 (English) >>Dem. 23.31

23.27 μὲν δὴ τὸν νόμον τιθεὶς οὕτως, δὲ τὸ ψήφισμα γράφων πῶς; “ἐάν τις ἀποκτείνῃφησὶνΧαρίδημον.” τὴν μὲν δὴ προσηγορίαν τοῦ πάθους τὴν αὐτὴν ἐποιήσατο, “ἄν τις ἀποκτείνῃγράψας, ἥνπερ τὸν νόμον τιθείς· μετὰ ταῦτα δʼ οὐκέτι ταὐτά, ἀλλʼ ἀνελὼν τὸ δίκην ὑπέχειν ἀγώγιμον εὐθὺς ἐποίησεν, καὶ παραβὰς τὸ διωρισμένον ἐκ τοῦ νόμου δικαστήριον, ἄκριτον τοῖς ἐπαιτιασαμένοις παρέδωκεν τι ἂν βούλωνται χρῆσθαι τὸν οὐδʼ εἰ πεποίηκέ πω φανερόν. 23.28καὶ λαβοῦσιν ἐκείνοις ἐξέσται στρεβλοῦν, αἰκίσασθαι, χρήματα πράξασθαι. καίτοι πάντα ταῦτʼ ἀπείρηκεν ἄντικρυς καὶ σαφῶς κάτωθεν νόμος μηδὲ τοὺς ἑαλωκότας καὶ δεδογμένους ἀνδροφόνους ἐξεῖναι ποιεῖν. λέγε δʼ αὐτοῖς αὐτὸν τὸν νόμον τὸν μετὰ ταῦτα.Νόμος

τοὺς δʼ ἀνδροφόνους ἐξεῖναι ἀποκτείνειν ἐν τῇ ἡμεδαπῇ καὶ ἀπάγειν, ὡς ἐν τῷ <αʹ> ἄξονι ἀγορεύει, λυμαίνεσθαι δὲ μή, μηδὲ ἀποινᾶν, διπλοῦν ὀφείλειν ὅσον ἂν καταβλάψῃ. εἰσφέρειν δʼ <ς> τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι, τῷ βουλομένῳ. τὴν δʼ ἡλιαίαν διαγιγνώσκειν.

23.29ἠκούσατε μὲν τοῦ νόμου, σκέψασθε δʼ, ἄνδρες Ἀθηναῖοι, καὶ θεωρήσατε ὡς καλῶς καὶ σφόδρʼ εὐσεβῶς ἔθηκε τιθεὶς τὸν νόμον. “τοὺς ἀνδροφόνουςφησίν. πρῶτον μὲν δὴ τοῦτον ἀνδροφόνον λέγει, τὸν ἑαλωκότʼ ἤδη τῇ ψήφῳ. οὐ γάρ ἐστʼ οὐδεὶς ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ, πρὶν ἂν ἐξελεγχθεὶς ἁλῷ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.25 Dem. 23.28 (English) >>Dem. 23.31

Powered by PhiloLogic